Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.118 Joseph. AJ 8.123 (English) >>Joseph. AJ 8.127

8.121παρεκάλει τε μνημονεύειν, ὡς οἷς ἐκτήσαντο τὰ παρόντα ἀγαθὰ τούτοις αὐτὰ καὶ βέβαια ἕξειν καὶ μείζω καὶ πλείω καταστήσειν· οὐ γὰρ λαβεῖν αὐτὰ μόνον διʼ εὐσέβειαν καὶ δικαιοσύνην, ἀλλὰ καὶ καθέξειν διὰ ταῦτα προσῆκεν ὑπολαμβάνειν· εἶναι δὲ τοῖς ἀνθρώποις οὐχ οὕτως μέγα τὸ κτήσασθαί τι τῶν οὐχ ὑπαρχόντων, ὡς τὸ σῶσαι τὰ πορισθέντα καὶ μηδὲν ἁμαρτεῖν εἰς. βλάβην αὐτῶν. 8.122

μὲν οὖν βασιλεὺς διαλεχθεὶς ταῦτα πρὸς τὸ πλῆθος διαλύει τὴν ἐκκλησίαν τελέσας θυσίας ὑπέρ τε αὑτοῦ καὶ πάντων Ἑβραίων, ὡς μόσχους μὲν καταθῦσαι μυρίους καὶ δισχιλίους, προβάτων δὲ μυριάδας δώδεκα. 8.123τὸν μὲν γὰρ ναὸν τότε πρῶτον ἔγευσεν ἱερουργημάτων καὶ κατευωχήθησαν ἐν αὐτῷ πάντες σὺν γυναιξὶν Ἑβραῖοι καὶ τέκνοις, ἔτι δὲ καὶ τὴν σκηνοπηγίαν καλουμένην ἑορτὴν πρὸ τοῦ ναοῦ λαμπρῶς καὶ μεγαλοπρεπῶς ἐπὶ δὶς ἑπτὰ ἡμέρας ἤγαγεν βασιλεὺς σὺν ἅπαντι τῷ λαῷ κατευωχούμενος. 8.124

Ἐπεὶ δʼ εἶχεν αὐτοῖς ἀποχρώντως ταῦτα καὶ μηδὲν ἐνέδει τῇ περὶ τὸν θεὸν εὐσεβείᾳ πρὸς αὑτοὺς ἕκαστος τοῦ βασιλέως ἀπολύσαντος ἀπῄεσαν εὐχαριστήσαντες τῷ βασιλεῖ τῆς τε περὶ αὐτοὺς προνοίας καὶ ὧν ἐπεδείξατο ἔργων, καὶ εὐξάμενοι τῷ θεῷ παρασχεῖν αὐτοῖς εἰς πολὺν χρόνον Σολόμωνα βασιλέα τὴν πορείαν ἐποιοῦντο μετὰ χαρᾶς καὶ παιδιᾶς ὕμνους εἰς τὸν θεὸν ᾄδοντες, ὡς ὑπὸ τῆς ἡδονῆς ἀπόνως τὴν ὁδὸν τὴν ἐπὶ τὰ οἰκεῖα πάντας ἀνύσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.118 Joseph. AJ 8.123 (English) >>Joseph. AJ 8.127

Powered by PhiloLogic